Deprecated: Function create_function() is deprecated in /mnt/ftp/irg/public_html/static/zwingli-briefe/pmwiki.php on line 499

Deprecated: Function create_function() is deprecated in /mnt/ftp/irg/public_html/static/zwingli-briefe/pmwiki.php on line 499
Huldrych Zwingli Briefe - 163

Institut für Schweizerische Reformationsgeschichte

163

<< Nr. 162 | Index | Nr. 164 >>

Absender: Tschudi, Valentin

Empfänger: Zwingli

Ort: Paris
Datierung: 15 XI [?] 1520

Vorlage: Huldreich Zwinglis sämtliche Werke, vol. 7 (Leipzig: Heinsius, 1911) (Corpus Reformatorum 94), 370-371




--370--

Οὑλδερίκῳ τῷ Ζιγγλίῳ ΟὐαλέντινοςΣκοῦδος εὖ πράττειν.
῞Ωσπερ οἱ πάλαι τὰς τῶν καρπῶν ἀπαρχὰς Δήμητρι ἀναθέσθαι εἰώθασιν,
Ζίγγλιε πρὸ τῶν πάντων ἐμοὶ κεχαπισμένε, ἅτε τὰ τοιαῦτα τὸ πρῶτον
εὑρηκυίᾳ, ὣς καὶ ἐγὼ τὸν πρῶτόν μου ἀπὸ τῶν ἑλληκικῶν ἀναγνώσεων
ἐκτεθαλμένον τὸν καρπὸν ὅτῳ μᾶλλον ἢ σοὶ ὀφείλεσθαι δοκοίην ἄν, ὃς
πρῶτος μὲν ἀπαίδευτον ἔτι καὶ ἀδαήμονα ὄντα καλλίσταις ταῖς σπουδαῖς
ἐπετήδευσας, οὐδὲν ὥς με τὰ κάλλιστα μαθεῖν παραλείπων, καὶ τὸ ἀπὸ
τούτου διδασκάλοις τοῖς εὐδοκιμωτάτοις ἐπιτρέψας, ἀπόντος οἰ μεῖον ἢ
παρόντος ἐκήδου, καὶ ἐπὶ τοσούτῳ ὡς μὴ τὸ σπέρμα ἐς γῆν πετρώδη καὶ
δυσήλιον βεβλημένον οἴεσθαι [cf. Matth. 13. 5f.], ἰδού σοι πρώτην τὴν ἐμοῦ
πεῖραν, ὡς τὰ ἐπὶ ταῦτα ἐκεῖθεν τεκμαίρεσθαι δύνηαι. ᾿Αρχὴ γὰρ τεκμήριον
τῆς τελευτῆς, εἰ καὶ μὴ ξεστὴ καὶ καλῶς διακειμένη| ἀλλὰ χρόνος καὶ ἄσκησις
συνεχὴς τὰ τοιαῦτα ἐσποιήσονται. Διόπερ ταίτην τὴν μικρὰν καὶ ἐπὶ
μεγάλῳ πόνῳ ἀκοσμήτως συλλελεγμένην ἐπιστολὴν ἱλαῶς πρὸς ἐμοῦ ὑποδέχου.
Συγγνωτέον δέ μοι τῆς θρασύτητος οἶμαι, ὅτι ἄπτερος ἔτι καὶ
ἀσθενὴς εἰς ἀέρα εὐθὺς ᾔρμην| οὐ γὰρ πρὸς Μῶμον ὅπου πάντα ἐπιτελῆ
εἶναι χρή, ἀλλὰ πρὸς διδάσκαλον, πρὸς ἄνδρα χρηστὸν καὶ τὰ ἀλήματα ἒπανορθῶσαιv
δυνάμενον ταῦτα, οὐ καινοδοξίας ἀλλὰ γυμνασίας ἕνεκα, πέμπονται.
῞Ωστε εἰφήμει καὶ τὴν σπουδήν μου τῇ σῇ εὐνοίᾳ ἐξέγειρέ τε καὶ

--371--

ὑπέρειδε! Τελευταῖον δὲ εἰ μὲν ἀναγράψαι ἡμῖν ἀξιοῖς, διὰ τουτονὶ τὸν
ἄγγελον ἐξέσται| οὗτος γὰρ ἐν βραχεῖ ἐφ̓ ἡμᾶς ἐπανελεύσεται, ὃν εἴ τι
εὐποιήσεις, ἐπ̓ ἐμοὶ δρᾶσαι οἴει. ῎Εῤῥωσο εὐκαίρως πάντων τῶν φίλων
φίλτατε. ᾿Εκ τῆσ Λουτεκίας μηνὸς ἀνθεστυριῶνος ἐπισταμένου πεντεδεκάτῃ
ἀπὸ θεογονίας α φ κ.
Ulderico Zinglio, viro eruditissimo nobisque amicissimo. - Tiguri.