Deprecated: Function create_function() is deprecated in /mnt/ftp/irg/public_html/static/zwingli-briefe/pmwiki.php on line 499

Deprecated: Function create_function() is deprecated in /mnt/ftp/irg/public_html/static/zwingli-briefe/pmwiki.php on line 499
Huldrych Zwingli Briefe - 480

Institut für Schweizerische Reformationsgeschichte

480

<< Nr. 479 | Index | Nr. 481 >> 

Absender: Kurrer, Kaspar

Empfänger: Zwingli

Ort: Baden
Datierung: (zirka V 1526)

Vorlage: Huldreich Zwinglis sämtliche Werke, vol. 8 (Leipzig: Heinsius, 1914) (Corpus Reformatorum 95), 594-595




--594--

Τεθαύμακέ ποτε ὁ ΙΙαῦλος [Gal. 1. 6], ὅτι οἱ Γαλάται οὕτως
ταχέως μετετέθειντο ἀπὸ τοῦ καλέσαντος τοῦ Χριστοῦ εἰς ἕτερον
εὐαγγέλιον, οὕς τινες ἀσεβεῖς προφῆται ἐτάραξαν, ὧν μὲν μία μελέτη
ἐστὶ ἰδίοις παραδόσεσι, ἄνευ τῆς πάσης εὐσεβείας, ἐξαπορεῖν τὸν λόγον
ἁγίου τοῦ θεοῦ ἡμῶν τοῦ Χριστοῦ. ῞Οσον μὲν οὖν ἡμεῖς καὶ σήμερον
ὀδύρεσθαι ζήλῳ τοῦ Χριστοῦ δυνάμεθα, εἴ τίς ἐστι πίστις ἔτι ἀγλαὰ
τοῖς ἀνθρώποις καὶ νοῦς ὁ ἀγαθός τε καλός τε, ἐλθεῖν τινας τούτοις
τοῖς χρόνοις ἡμῶν, οἳ μὲν πᾶσαν τὴν τοῦ χριστιανισμοῦ εὐσέβειαν
ἀποφέρουσι, οἳ τε οὐ πάρεργον εἶναι οἴονται, ὅτε τὰς ψυχάς τινων
ἀνθρώπων, τῶν Χριστιανῶν, πολλοῖς καὶ ποικίλοις αἰόλως τοῖς τοῦ
διαβόλου δεσμοῖς δεσμοῦσι. Μάλιστα δὲ τοῦτο γίνεσθαι ὁρῶμεν ἐκ τῆς
τῶν γλωττῶν τινων τῶν ξενικῶν ἀϊδρίας, περὶ ὧν ὅμως θαυμαστῶς
μεγαλοῤῥημονοῦσι κομποφακελοῤῥήμονες οἱ θεολάλοι. Οὐδένα δὲ ὑμῶν
δὴ νῦν κρίνειν βούλομαι, ἀλλὰ μᾶλλον παρακαλεῖσθαι, ὥσπερ ἀδελφὸς
τῷ ἀδελφῷ ποιεῖν εἴωθε. Εὕρηκα δὲ ἀνέδην ἐν ταῖς βίβλοις σου διημαρτηκέναι
μαρληκέναι σε περὶ τῆς φράσεως ἑλληνικῆς, πόθεν καὶ τῶν ἀλλων ψυνχαὶ

--595--

ὀλέκονται, καὶ τοῖ θανάτου διελέγχονται. Τοῦτο καθελεῖν δεῖ τοὶς
πάντας, ὅσοι Χριστὸν ἀσπαζόμεθα. ῾Η γὰρ ἀτασθαλία ἐστὶ καὶ βλασφημία
κατὰ πνεύματος τοῦ ἁγίου, ἣ μὲν οὐκ ἀφεθήσεταί τινι οὔτε ἐν
τούτῳ τῷ αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι [Matt. 12. 31. 32], καὶ τόσῳ ἐγὼ
μισῶ αὕτην τὴν ἀσέβειάν σου διὰ Χριστὸν, ὅσῳ ἀπωτάτω ἐπλάγχθης
ἀπὸ τῆς ἀληθείας τοῦ Χριστοῦ καὶ πνεύματος. Παρακαλῶ σε τοιγαροῦν
διὰ τῆς ἐπιεικείας τοῖ ᾿Ιησοῖ [2. Cor. 10. 1], μὴ τοσοῦτο φοβοῖ
διὰ Χριστὸν καὶ τὴν ἀλήθειαν αὐτοῦ ἁμαρτίαν σου γινώσκεσθαι, καὶ
μετανοεῖν περὶ τῆσ ἀνοίας σου ἐκεῖνος γὰρ ἡμῶν εἵνεκα τέθνηκε, ἀλλὰ
παραγίνου ἀσφαλής. ῾Ημεῖς γὰρ παρόντες θεῖαν τὴν ἀλήθειαν τῆς ἁγίας
γραφῆς ἄλληλοι ἐπιζητήσομεν ἐκ τῆς φράσεως ἑλληνικῆς, καὶ τοῖ
πνεύματος τοῦ θεοῦ βουλήματα εὐδοκήσομεν τοῖς πᾶσιν ἀνθρώποις.
Καὶ ὁ θεὸς τούτοις ἡμῶν παρέστω.
᾿Αμήν.
῎Εῤῥωσο.
᾿Εκ τῆς Βάδεν ῾Ελουετίων.
ΧάσπαροςΧουῤῥήριος.
Οἱλδενρίχῳ τῷ Ζουιγγλίῳ.